Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.164 Joseph. AJ 8.169 (English) >>Joseph. AJ 8.174

8.167ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δʼ ἀφικομένην αὐτὴν ἡδέως βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον προσεδόκα τις ἐπελύετο. 8.168 δʼ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δʼ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων· 8.169καὶ γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δʼ αὐτὴν τε οἶκος δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ τῶν καθʼ ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ μετʼ ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ αἱ καθʼ ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰς ἐπιμελές. 8.170ταῦθʼ ὁρῶσα καθʼ ἡμέραν ὑπερεθαύμαζε, καὶ κατασχεῖν οὐ δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν ἐποίησεν αὑτὴν θαυμαστικῶς διακειμένην· πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφʼ ὧν ἠλέγχθη σφόδρα τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη· 8.171πάντα μὲν γάρ, εἶπεν, βασιλεῦ, τὰ διʼ ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετʼ ἀπιστίας παραγίνεται, τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλʼ οὖσα ἀληθὴς πολὺ


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.164 Joseph. AJ 8.169 (English) >>Joseph. AJ 8.174

Powered by PhiloLogic